∆εῦτε, ἀγαπητοί, δεῦτε, πατέρες καὶ ἀδελφοί μου, τὸ ἐκλεκτὸν ποίμνιον τοῦ Πατρός,
οἱ ἐσφραγισμένοι τοῦ Κριστοῦ στρατιῶται. ∆εῦτε, τέκνα, ἀκούσατε λόγον σωτήριον
τῶν ψυχῶν ὑμῶν. ∆εῦτε, πραγματευσώμεθα ἕως ὅτε στήκει ἡ πανήγυρις. ∆εῦτε,
λάβωμεν ζωὴν αἰώνιον. ∆εῦτε, ἀγοράσωμεν σωτηρίαν τῶν ψυχῶν ἡμῶν. οἱ ἐσφραγισμένοι τοῦ Κριστοῦ στρατιῶται. ∆εῦτε, τέκνα, ἀκούσατε λόγον σωτήριον
τῶν ψυχῶν ὑμῶν. ∆εῦτε, πραγματευσώμεθα ἕως ὅτε στήκει ἡ πανήγυρις. ∆εῦτε,
Πληρώσατε τοὺς ὀφθαλμοὺς ὑμῶν δακρύων, καὶ εὐθέως ἀνοίγονται οἱ ὀφθαλμοὶ
τῆς διανοίας ὑμῶν. ∆εῦτε, πάντες ὁμοθυμαδόν, πλούσιοι καὶ πένητες, ἄρχοντες καὶ
ἀρχόμενοι, πρεσβῦται μετὰ νεωτέρων, υἱοὶ καὶ θυγατέρες καὶ πᾶσα ἡλικία· οἱ
βουλόμενοι τῆς αἰωνίου λυτρωθῆναι κολάσεως, καὶ τῆς βασιλείας τῶν οὐρανῶν
κληρονόμοι γενέσθαι. Μετὰ τοῦ ἁγίου ∆αυῒδ παρακαλέσωμεν τὸν ἐλεήμονα καὶ
φιλάνθρωπον Κύριον, λέγοντες· ἀποκάλυψον τοὺς ὀφθαλμούς μου, καὶ κατανοήσω
τὰ θαυμάσια ἐκ τοῦ νόμου σου· φώτισον τοὺς ὀφθαλμούς 97 μου, μήποτε ὑπνώσω εἰς
θάνατον. Κράξωμεν, ὡς ἔκραξεν ὁ τυφλός· ἐλέησόν με, Κύριε, Υἱὲ τοῦ Θεοῦ τοῦ
Ὑψίστου. Καὶ ἐάν τινες κωλύωσιν ἢ ἐπιτιμῶσι σιωπᾶν, ἡμεῖς μείζονα κράξωμεν, καὶ
μὴ ἐκκακήσωμεν κράζοντες, ἕως οὗ ἀνοίξῃ τοὺς ὀφθαλμοὺς τῆς καρδίας ἡμῶν ὁ
φωτοδότης Ἰησοῦς. Προσέλθετε τῷ Χριστῷ. Προσέλθετε πρὸς αὐτὸν καὶ φωτίσθητε,
καὶ τὰ πρόσωπα ὑμῶν οὐ μὴ καταισχυνθῶσι. Λάβωμεν ἔννοιαν καλὴν καὶ πόθον
περὶ τῆς βασιλείας καὶ τοῦ παραδείσου, καὶ εὐθέως καταφρονήσετε τὰ τοῦ αἰῶνος
τούτου πράγματα. Ἀγωνίσασθε εἰς τὴν ἑνδεκάτην ὥραν ταύτην. Ὀξυποδήσατε, ἵνα
μὴ ἀποκλεισθῆτε· ἐν ᾧ ἑσπέρα ἤγγικε καὶ ὁ μισθαποδότης ἔρχεται μετὰ δόξης
πολλῆς, ἵνα ἀποδώσῃ ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. Μετανοήσωμεν, ἀδελφοί, ὣς
καιρὸν ἔχομεν. Ἀκούσατε τί λέγει Κύριος· χαρὰ γίνεται ἐν οὐρανοῖς ἐπὶ ἑνὶ
ἁμαρτωλῷ μετανοοῦντι. Τί ῥᾳθυμεῖς, ἁμαρτωλέ; Τί ἀπογινώσκεις, ἐὰν ἐν τῷ οὐρανῷ
χαρὰ γίνηται, σοῦ μετανοοῦντος; Τί φοβήσῃ; Ἄγγελοι χαίρουσι, καὶ σὺ ῥᾳθυμεῖς;
Ἀρχάγγελος 98 κῆρύξ ἐστι μετανοίας, καὶ σὺ φοβήσῃ; Ἡ ἄχραντος καὶ ἀχώριστος
προσκυνητὴ Τριὰς προσκαλεῖταί σε, καὶ σὺ στενάζεις; Μὴ γλυκανθῇ ἡμῖν ἡ μέριμνα
τοῦ κόσμου, ἵνα μὴ πικρανθῇ ἡμῖν τὸ πῦρ τὸ αἰώνιον καὶ ὁ σκώληξ ὁ ἀκοίμητος.
Κλαύσωμεν οὖν ὀλίγον ἔνθεν, ἵνα μὴ κλαύσωμεν ἐκεῖθεν αἰωνίως βασανιζόμενοι.
Βλέπετε, μηδεὶς ἀμελήσῃ· ὅτι αἰφνίδιος, ὡς ἀστραπὴ φοβερά, ἡ παρουσία τοῦ
Χριστοῦ γίνεται. Οὐ φοβεῖσθε ὅτι ἕκαστος κατὰ τὰ ἔργα αὑτοῦ ἀπολαμβάνει ἐν τῇ
ὥρᾳ ἐκείνῃ; Ἕκαστος τὸ ἴδιον φορτίον βαστάσει; Ἕκαστος θερίσει ὃ ἔσπειρε; Πάντες
γυμνοὶ παραστησόμεθα τῷ βήματι τοῦ Χριστοῦ, καὶ ἕκαστος ἡμῶν περὶ ἑαυτοῦ
λόγον δώσει τῷ Κριτῇ. Ἐν τῇ ὥρᾳ ἐκείνῃ οὐδεὶς οὐδενὶ βοηθῆσαι δύναται· οὐκ
ἀδελφὸς ἀδελφόν· οὐ γονεῖς τέκνα· οὐ τέκνα γονεῖς· οὐ φίλοι φίλους· οὐκ ἀνὴρ τὴν
σύζυγον· ἀλλ' ἕκαστος μετὰ φόβου καὶ τρόμου παρίσταται, προσδοκῶν τὴν ἐκ τοῦ
Θεοῦ ἀπόφασιν ἀκοῦσαι. Τί ἀμελοῦμεν καὶ οὐκ εὐτρεπιζόμεθα; ∆ιὰ τί οὐ
φροντίζομεν τὰ τῆς ἀπολογίας, ὣς καιρὸν ἔχομεν; ∆ιὰ τί καταφρονοῦμεν τὰς ἁγίας
Γραφὰς καὶ τὰ ῥήματα τοῦ Χριστοῦ; Ἢ δοκεῖτε ὅτι οἱ λόγοι αὐτοῦ καὶ τῶν ἁγίων
Ἀποστόλων καὶ 99 Προφητῶν οὐ κατακρινοῦσιν ἡμᾶς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐπὶ τοῦ
φοβεροῦ βήματος, ἐὰν μὴ φυλάξωμεν καὶ ποιήσωμεν, καθὼς παραγγέλλουσιν ἡμῖν;
Ἀκούσατε τί λέγει ὁ Κύριος πρὸς τοὺς μαθητάς· ὁ ἀκούων ὑμῶν, ἐμοῦ ἀκούει· καὶ ὁ
ἀθετῶν ὑμᾶς, ἐμὲ ἀθετεῖ καὶ τὸν Πατέρα μου. Καὶ ἀλλαχοῦ πάλιν λέγει· ὁ ἀθετῶν
ἐμὲ καὶ μὴ λαμβάνων τὰ ῥήματά μου, ἐγὼ οὐ κρίνω αὐτόν· ἀλλ' ἔχει τὸν κρίνοντα
αὐτόν· ὁ λόγος, ὃν ἐλάλησα, ἐκεῖνος κρινεῖ αὐτὸν ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ. Ποῖος λόγος
ἆρα ὁ μέλλων κρῖναι ἡμᾶς ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ; Τὸ ἅγιον αὐτοῦ Εὐαγγέλιον, καὶ αἱλοιπαὶ ἅγιαι Γραφαὶ τῶν ἁγίων Προφητῶν καὶ Ἀποστόλων. ∆ιὰ τοῦτο, ἀδελφοί,
παρακαλῶ ὑμᾶς, μὴ καταφρονῶμεν τὰ γεγραμμένα. Ὁ οὐρανὸς γὰρ καὶ ἡ γῆ
παρελεύσονται, οἱ δὲ λόγοι τοῦ Χριστοῦ οὐ μὴ παρέλθωσι. ∆εῦτε, ἀγαπητοί, πρὶν
ἐλθεῖν τὴν ἡμέραν ἐκείνην τὴν φοβεράν, ῥίψωμεν ἑαυτοὺς ἐπὶ τὸ πέλαγος τῶν
οἰκτιρμῶν τοῦ Θεοῦ. Αὐτὸς ὁ Θεὸς προτρέπεται καὶ προσκαλεῖται πάντας, λέγων·
δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς.
Πάντας προσκαλεῖται ὁ φιλάνθρωπος καὶ ἀνεξίκα 100 κος, ὁ εὔσπλαγχνος καὶ
μακρόθυμος, ὁ θέλων πάντας ἀνθρώπους σωθῆναι. Οὐ προτρέπεται καὶ ἰδίους
κέκληκεν, ἀλλὰ πάντας καλεῖ. ∆εῦτε πρός με πάντες· κἂν πλούσιος, κἂν πένης, ὅτι
τὸν ἐρχόμενον πρός με οὐ μὴ ἐκβάλω ἔξω. Τίς δέ ἐστιν ὁ ἐρχόμενος πρός με; Ὁ ἔχων
τὰς ἐντολάς μου καὶ τηρῶν αὐτάς. Ὁ τὸν λόγον μου ἀκούων καὶ πιστεύων τῷ
πέμψαντί με. Μακάριος ὁ ἀκούων αὐτοῦ τὸν λόγον καὶ φυλάττων, καὶ ἄθλιος ὁ
παρακούων, ὅτι ἐκεῖνος ὁ λόγος κρινεῖ αὐτὸν ἐν ἐσχάτῃ ἡμέρᾳ, καθὼς γέγραπται·
φοβερὸν τὸ ἐμπεσεῖν εἰς χεῖρας Θεοῦ ζῶντος. Μετανόησον, ἀδελφέ, καὶ μὴ
δειλιάσῃς· μετανόησον, ἁμαρτωλέ, θαρρῶν καὶ ἀποβλέπων εἰς τὴν ἀμέτρητον
φιλανθρωπίαν τοῦ Χριστοῦ, εἰπόντος· οὐκ ἦλθον καλέσαι δικαίους, ἀλλὰ
ἁμαρτωλοὺς εἰς μετάνοιαν. Μετανόησον, ἵνα μὴ καταισχυνθῇς ἐπὶ τοῦ φοβεροῦ
βήματος, ὅπου μετὰ φόβου παρίστανται χιλιάδες καὶ μυριάδες Ἀγγέλων καὶ
Ἀρχαγγέλων· ὅτε τὰ κρυπτὰ φανερὰ γίνονται, ὅτε ἀνοίγονται βίβλοι τῶν πράξεων·
ὅτε διαχωρίζονται ἀπ' ἀλλήλων, ὡς τὰ πρόβατα ἀπὸ τῶν ἐρίφων. Ὄντως φοβερὰ
ὥρα καὶ φρικτή, ὅτι ∆ικαιοκρίτης φοβερὸς 101 ἐπιπλήττει. Τίς οὐ φοβηθήσεται, τίς
οὐ δειλιάσει τὴν ὥραν ἐκείνην; ∆ιὸ καὶ ὁ Κριτὴς ἰσχυρός, καὶ τὸ δικαστήριον
ἀδυσώπητον, καὶ τὰ ἔργα ἡμῶν πρὸ ὀφθαλμῶν ἵστανται, καὶ ὁ ποταμὸς τοῦ πυρὸς
πρὸ τοῦ βήματος, καὶ ὁ ὕμνος τῶν δικαίων μετὰ Ἀγγέλων ἀσίγητος, καὶ ὁ κοπετὸς
τῶν ἁμαρτωλῶν ἀβάστακτος, καὶ τὰ δάκρυα ἀνωφελῆ. Τότε καὶ θησαυροὶ
ἀνοίγονται, καὶ δίκαιοι ἀπολαύουσι. Καὶ μακάριοι οἱ πεινάσαντες καὶ διψήσαντες,
ὅτι ἐκεῖ χορτασθήσονται· καὶ οὐαὶ οἱ ἐμπεπλησμένοι, ὅτι ἐκεῖ πεινάσουσι καὶ
διψήσουσι. Καὶ μακάριοι οἱ πενθήσαντες καὶ κλαύσαντες, ὅτι ἐκεῖ γελάσουσι καὶ
παρακληθήσονται· καὶ οὐαὶ οἱ γελῶντες νῦν, ὅτι ἐκεῖ πενθήσουσι καὶ κλαύσουσιν
ἀπαύστως. Καὶ μακάριοι οἱ ἐλεήσαντες, ὅτι ἐκεῖ ἐλεηθήσονται· καὶ οὐαὶ τοῖς μὴ
ἐλεήσασιν. Ἠκούσατε πῶς μακαρίζονται οἱ ἀγωνιζόμενοι καὶ πῶς ταλανίζονται οἱ
ἀμελοῦντες. Ταῦτα πάντα κατανόησον καὶ σπεῦσον τοῦ σωθῆναι. Μὴ κατανοήσῃς
τοὺς ἀμελοῦντας καὶ τρυφῶντας, ὅτι ὡσεὶ χόρτος ταχὺ ἀποξηρανθήσονται. Μὴ
ἀγαπήσῃς τὸν αἰῶνα τοῦτον, σκελίζει γὰρ τοὺς ἀγαπῶντας αὐτόν, καὶ τέρπει πρὸς
102 ὥραν, καὶ γυμνοὺς παραπέμπει εἰς ἐκεῖνον τὸν αἰῶνα. Ἄκουσον καὶ πρόσεχε
ταῖς ἁγίαις Γραφαῖς, καὶ οὐ μὴ πλανηθῇς, οὐδ' οὐ μὴ σκελισθῇς ὑπὸ τοῦ ματαίου καὶ
πονηροῦ κόσμου τούτου. Ἄκουε τί λέγει ὁ Θεολόγος Ἰωάννης· μὴ ἀγαπᾶτε τὸν
κόσμον, μηδὲ τὰ ἐν τῷ κόσμῳ· ὅτι πᾶν τὸ ἐν τῷ κόσμῳ, ἡ ἐπιθυμία τῆς σαρκὸς καὶ ἡ
ἐπιθυμία τῶν ὀφθαλμῶν καὶ ἡ ἀπάτη τοῦ κόσμου, καὶ ὁ κόσμος, παράγεται· ὁ δὲ
ποιῶν τὸ θέλημα τοῦ Θεοῦ μένει εἰς τὸν αἰῶνα. Ἄκουσον τί λέγει ὁ Κύριος· τί
ὠφελήσει ἄνθρωπον, ἐὰν ὅλον τὸν κόσμον κερδήσῃ, τὴν δὲ ψυχὴν αὐτοῦ ζημιωθῇ;
Προσέχετε ἀκριβῶς μετὰ φόβου τὸν λόγον αὐτοῦ, ὅτι ὁ λόγος ὃν ἐλάλησε καὶ
ἐδίδαξεν, ἐκεῖνος κρινεῖ ἡμᾶς ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ. Μὴ ψεύστης ἐστὶν ὁ Κύριος; Μὴ
γένοιτο. Αὐτὸς γάρ ἐστιν ἡ ἀλήθεια. Καὶ εἰ ἀκριβῶς γινώσκεις ὅτι αὐτός ἐστιν ἡ
ἀλήθεια, καὶ οἱ λόγοι αὐτοῦ ἀψευδεῖς, τί ἀμελεῖς, ἄθλιε; Τί προσδοκᾷς; Τί ἐνθυμήσῃ;
Τίς ὑπὲρ σοῦ ἀπολογήσεται; Οὐκ οἶδας, ὅτι ἕκαστος περὶ ἑαυτοῦ λόγον δώσει τῷ
Θεῷ; Οὐκ οἶδας, ὅτι ἕκαστος θερίσει, ὃ ἔσπειρε, καὶ ἕκαστος τὸ ἴδιον φορτίον
βαστάσει; Ὡς καιρὸν ἔχεις, σκόρπισον τὸ φορτίον τῶν ἁμαρτιῶν σου. Προσκαλεῖται
γάρ σε ὁ φιλάνθρωπος Θεός, λέγων· δεῦτε πρός με 103 πάντες οἱ πεφορτισμένοι.Πάντας προτρέπεται. Μηδεὶς ἀπογινωσκέτω· μηδεὶς τολμήσει εἰπεῖν, ὅτι οὐχ
ἥμαρτον. Ὁ λέγων ὅτι οὐχ ἥμαρτε, τυφλός ἐστι, μυωπάζων καὶ ἄθλιος παρὰ πάντας
ἀνθρώπους. Φησὶ γὰρ Ἰωάννης ὁ Εὐαγγελιστής· ἐὰν εἴπωμεν ὅτι ἁμαρτίαν οὐκ
ἔχομεν, ψευδόμεθα καὶ οὐ ποιοῦμεν τὴν ἀλήθειαν, καὶ ἑαυτοὺς πλανῶμεν, καὶ τὸν
Θεὸν ψεύστην ποιοῦμεν· οὐδεὶς γὰρ καθαρὸς ἀπὸ ῥύπου. Τί οὖν δακρύων χρεία; Ἵνα
τὸν ῥύπον ἀποπλύνωμεν, ψάλλοντες μετὰ τοῦ ἁγίου ∆αυΐδ· πλυνεῖς με καὶ ὑπὲρ
χιόνα λευκανθήσομαι. Καὶ πάλιν· λούσω καθ' ἑκάστην νύκτα τὴν κλίνην μου, ἐν
δάκρυσί μου τὴν στρωμνήν μου βρέξω. Ἐκεῖνος μίαν νύκτα ἥμαρτε, καὶ καθ'
ἑκάστην ἐδάκρυε· διὰ τοῦτο μακάριος ἐδείχθη. Προέβλεπε γὰρ ἀκριβῶς ὁ Προφήτης
τὸν εἰπόντα· μακάριοι οἱ πενθοῦντες. Μηδὲν οὖν τοῦ αἰῶνος τούτου παρερχομένων
πενθήσεις· μὴ τέρπου τοῖς τοῦ βίου τερπνοῖς· μὴ ἐπιθυμήσεις πλοῦτον τοῦ κόσμου
τούτου. Μίσησον ἱμάτια μαλακά, κόσμια περιθέματα. Μίσησον βάμματα ποικίλα,
στιβασμόν, ὡραϊσμόν, γαυριασμὸν 104 καὶ τὰ αὑτῶν δαιμονικὰ ᾄσματα, κιθάρας καὶ
αὐλοὺς καὶ τῶν χειρῶν κρότους, καὶ τὰς ἀτάκτους καὶ ἀσχήμονας φωνάς. Ἢ οὐκ
οἶδας, ἄθλιε, ὅτι ταῦτα πάντα τοῦ ∆ιαβόλου σπορά ἐστι; Ταῦτα πάντα τὰ ἔθνη τοῦ
κόσμου ποιοῦσιν, οἷς οὐκ ἔστιν ἐλπὶς σωτηρίας. Μὴ οὖν ὁμοιωθῶμεν τοῖς ἔθνεσιν,
οἷς οὐκ ἔστιν ἐλπὶς σωτηρίας, ἵνα μὴ συγκατακριθῶμεν αὐτοῖς. Ἀκούσατε τοῦ
Ἀποστόλου λέγοντος· τοῦτο οὖν λέγω καὶ μαρτύρομαι ἐν Κυρίῳ, μηκέτι ὑμᾶς
περιπατεῖν, καθὼς καὶ τὰ λοιπὰ ἔθνη περιπατεῖ, ἐν ματαιότητι τοῦ νοὸς αὐτῶν,
ἐσκοτισμένοι τῇ διανοίᾳ. Καταλιπόντες οὖν τὰ τῶν ἐθνῶν ἔργα, μὴ στραφῶμεν
πάλιν εἰς τὰ ὀπίσω, καὶ τὰ αὐτὰ πράττωμεν. Ἅπαξ ἀπετάξω τῷ Σατανᾷ καὶ τοῖς
ἀγγέλοις αὐτοῦ· συνετάξω δὲ τῷ Χριστῷ ἐπὶ πολλῶν μαρτύρων. Βλέπε τίνι
συνετάξω καὶ μὴ καταφρονήσῃς. Τοῦτο δὲ γίνωσκε, ὅτι ἐν ὥρᾳ ἐκείνῃ Ἄγγελοι τὰς
φωνάς σου καὶ τὰς συνθήκας σου καὶ τὴν ἀποταγὴν ἀπεγράψαντο· καὶ ἐν τοῖς
οὐρανοῖς φυλάττονται ἕως τῆς φοβερᾶς ἡμέρας τῆς κρίσεως. Οὐ φοβῇ; Οὐ φρίττεις;
Ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως προφέρουσιν Ἄγγελοι τὸ 105 χειρόγραφόν σου, τὰ ῥήματα
τοῦ στόματός σου, ἔμπροσθεν τοῦ φοβεροῦ βήματος, ὅπου καὶ Ἄγγελοι μετὰ τρόμου
παρίστανται. Καὶ τότε ἀκοῦσαι ἔχεις ὀδυνηρὰν φωνήν, ὅτι ἐκ τοῦ στόματός σου
κρινῶ σε, πονηρὲ δοῦλε. Ὄντως γὰρ τότε πικρὸν στενάξεις καὶ δακρύσεις ἐν τῇ ὥρᾳ
ἐκείνῃ, καὶ οὐδὲν ὠφελήσεις. Ἐλέησον σεαυτὸν καὶ μὴ μισήσῃς τὴν ψυχήν σου.
Ἄνοιξον τοὺς ὀφθαλμούς σου, καὶ ἴδε πῶς ἀγωνίζονται πολλοί, πῶς σπουδάζουσι
σωθῆναι, πῶς βιάζονται εἰς πᾶν ἔργον ἀγαθόν, πῶς φυλάττουσιν ἑαυτοὺς ἀπὸ
φθόνου, ἀπὸ λοιδορίας, ἀπὸ μίσους, ἀπὸ γέλωτος, ἀπὸ τῆς πορνείας, ἀπὸ τῆς τρυφῆς,
ἀπὸ μάχης, ἀπὸ παντὸς κακοῦ ἄλλου· πῶς δὲ τὴν στενὴν καὶ τεθλιμμένην ὁδὸν
ἠγάπησαν, νηστεύοντες, ἀγρυπνοῦντες, κακοπαθοῦντες καὶ κλαίοντες· πῶς τὰς
λαμπάδας ἡτοίμασαν φαιδράς· πῶς τὸ στόμα αὐτῶν πάντοτε ὑμνεῖ καὶ δοξάζει τὸν
ἀθάνατον Νυμφίον. Οἱ ὀφθαλμοὶ αὐτῶν πάντοτε κατανοοῦσιν εἰς τὸ κάλλος αὐτοῦ,
καὶ ἡ ψυχὴ αὐτῶν ἀγαλλιᾶται. Κατανόησον καὶ ἴδε, ὅτι ἤγγικε καὶ οὐ βραδύνει.
Ἔρχεται γάρ, ἵνα εὐφράνῃ τοὺς ἀγαπῶντας αὐτόν. Ἔρχεται, ἵνα παρακαλέσῃ τοὺς
πενθήσαντας καὶ κλαύσαντας, οὐ τὸν νεκρόν, οὐδὲ τὴν πρόσκαιρον τῶν χρημάτων
ζημίαν, 106 ἀλλὰ διὰ τὴν εὐπερίστατον ἁμαρτίαν καὶ τὴν βασιλείαν ἧς οὐκ ἔσται
τέλος, καὶ διὰ τὴν μακαρίαν τρυφὴν τοῦ παραδείσου, ὅθεν ἐξεβλήθημεν παραβάντες
τὴν ἐντολὴν τοῦ Θεοῦ, ἔνθα πάλιν ἐπανέρχονται οἱ πενθοῦντες καὶ κλαίοντες.
Ἔρχεται, ἵνα στεφανώσῃ τοὺς νομίμως ἀθλήσαντας, καὶ τὴν στενὴν καὶ
τεθλιμμένην ὁδὸν ἀγαπήσαντας. Ἔρχεται, ἵνα ἐλεήσῃ τοὺς ἐλεήμονας. Ἔρχεται, ἵνα
μακαρίσῃ τοὺς δι' αὐτὸν πτωχεύσαντας. Ἔρχεται, ἵνα ἐμπλήσῃ ἀγαθὰ τοὺς δι' αὐτὸν
πεινάσαντας καὶ διψήσαντας. Ἔρχεται φωτίσαι τὰ κρυπτὰ τοῦ σκότους, καὶ
φανερῶσαι τὰς βουλὰς τῶν καρδιῶν. Καὶ τί συντόμως οὐ λέγω; Ἔρχεται ἀποδοῦναι
ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. Ἔρχεται οὐκέτι ἀπὸ γῆς, καθὼς τὸ πρότερον, ἀλλ' ἐξοὐρανῶν μετὰ δυνάμεως καὶ δόξης πολλῆς. Τότε αἱ σάλπιγγες σαλπίσουσιν ἐκ τῶν
οὐρανῶν, καὶ αἱ δυνάμεις αὐτῶν σαλευθήσονται, ἡ γῆ πᾶσα, ὡς τὸ ὕδωρ τῆς
θαλάσσης, τρέμει ἀπὸ τῆς δόξης αὐτοῦ· ποταμὸς πυρὸς προτρέχει ἔμπροσθεν αὐτοῦ,
καθαρίζων τὴν γῆν ἀπὸ τῶν ἀνομιῶν. Εἶτα κραυγὴ γίνεται ἄφνω· ἰδοὺ ὁ Νυμφίος
ἔρχεται· ἰδοὺ ἡ προσδοκωμένη χαρὰ ἔρχεται· ἰδοὺ ἔρχε 107 ται τῶν δικαίων τὸ
καύχημα, τῆς δικαιοσύνης ὁ ἥλιος· ἰδοὺ ἔρχεται ὁ Βασιλεὺς τῶν βασιλευόντων, οὗ
τῆς βασιλείας οὐκ ἔσται τέλος· ἰδοὺ ἔρχεται ὁ δίκαιος Κριτής· ἰδοὺ ἔρχεται, καὶ
ἐξέρχεσθε εἰς ἀπάντησιν αὐτοῦ. Τότε ἔρχονται μετὰ χαρᾶς οἱ ἔχοντες τὰς λαμπάδας
αὐτῶν φαιδρὰς καὶ τὴν ἐσθῆτα λαμπράν, καὶ ἀκούουσι τῆς φωνῆς τοῦ Νυμφίου,
λέγοντος πρὸς αὐτούς· δεῦτε οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν
ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου. Παντὶ δὲ γενομένης τῆς
κραυγῆς ταύτης, ἐξέρχονται εἰς ἀπάντησιν αὐτοῦ οἱ ἔχοντες φαιδρὰς τὰς λαμπάδας,
φαιδρὸν μετὰ πολλῆς παρρησίας ἀγαλλιώμενοι καὶ θαρροῦντες, ὅτι αἱ λαμπάδες
αὐτῶν οὐκ ἐσβέσθησαν. Τότε σὺ θεωρήσας ἑαυτὸν ἐν πολλῇ θλίψει καὶ δεινῇ
ἀποτυχίᾳ καὶ ἀνάγκῃ ἀφορήτῳ, καὶ βλέπων τὴν λαμπάδα σου σβεσθεῖσαν, μετ'
αἰσχύνης λέγεις· ἀδελφοί μου, χρήσασθέ μοι μικρὸν ἔλαιον, ὅτι ἡ λαμπάς μου
ἐσβέσθη. Καὶ ἀποκριθέντες λέγουσί σοι· μή ποτε οὐ μὴ ἀρκέσῃ ἡμῖν καὶ ὑμῖν· ἀλλὰ
πορεύεσθε πρὸς τοὺς πωλοῦντας, καὶ ἀγοράσατε. Καὶ ὑπάγεις μετὰ θλίψεως καὶ
ὀδύνης καὶ στεναγμῶν, πικρῶς δακρύων, μηδαμοῦ εὑρίσκων ἀγοράσαι· διότι ἐλύθη
ἡ τῆς ζωῆς 108 πανήγυρις, καὶ πᾶσα ἡ ζωὴ αὐτῶν τρέμει, ὡς τὸ ὕδωρ τῆς θαλάσσης.
Παρῆλθον δὲ καὶ οἱ ἐν ταῖς θύραις τῶν ἐκκλησιῶν παρακαθήμενοι πένητες, καὶ
πωλοῦντες ἐκεῖνο τὸ ἔλαιον. Πανταχόθεν οὖν στενοχωρούμενος καὶ ἀπορῶν, λέγεις
κλαίων καὶ ὀδυρόμενος· ὑπάγω, κρούω εἰς τὴν θύραν τῆς εὐσπλαγχνίας τοῦ
Χριστοῦ. Τίς οἶδεν, εἰ ἀνοίξει μοι; Καὶ ἐλθὼν κρούεις. Καὶ ἀποκρίνεταί σοι ἔσωθεν ὁ
Νυμφίος· ἀμὴν λέγω σοι, οὐκ οἶδά σε· ὕπαγε ἀπ' ἐμοῦ, ἐργάτα τῆς ἀνομίας. Οὐκ
ἠλέησας, οὐκ ἐλεηθήσῃ. Οὐκ ἤκουσας τοῦ πένητος τῆς φωνῆς, οὐδὲ ἐγὼ τὴν σὴν
ἀκούω. Τὰς ἁγίας μου Γραφὰς ἤκουες καὶ κατεγέλας, διὰ τοῦτο οὐ παραχωρῶ σοι
εἰσελθεῖν. Ἔλυσας τοὺς Προφήτας καὶ Ἀποστόλους μου, διὰ τοῦτο ὁ λόγος, ὃν
ἐλάλησα, ἐκεῖνος κρινεῖ σε ἐν ταύτῃ τῇ ἐσχάτῃ ἡμέρᾳ. Ἄπελθε ἀπ' ἐμοῦ· οὐ γὰρ
δέχεταί σε ἡ στενὴ πύλη. Ἔθρεψας τὴν σάρκα σου, τὴν δὲ ψυχήν σου ἐφόνευσας.
Πῶς βούλει ὧδε εἰσελθεῖν, καὶ μιᾶναί μου τὴν βασιλείαν; Τῆς σαρκός σου ἐμίανας
τὴν στολήν, τὸ στόμα σου λοιδορίας ἐπλήρωσας, τὸν πλησίον σου ἐμίσησας, τὰ
θελήματα τοῦ ∆ιαβόλου ἐποίησας, τὰ δὲ ἐμὰ θελήματα ἀπέρριψας. Καὶ νῦν
παρακαλεῖς εἰσελθεῖν, ὅπου οὐδὲν προέπεμψας; Ὅπου οὐδὲν ἔχεις ἀπο 109 κείμενον;
Οὐ δάκρυα, οὐ κλαυθμόν, οὐ νηστείαν, οὐκ ἀγρυπνίαν, οὐ ψαλμῳδίαν, οὐ
παρθενίαν, οὐχ ὑπομονήν, οὐκ ἐλεημοσύνην. Οὐδὲν ἀπὸ τούτων μὴ προπέμψας ὧδε,
τί ζητεῖς; Τοῦτο τὸ κατοικητήριον οἱ δι' ἐμὲ πτωχεύσαντες οἰκοῦσιν. Αὕτη ἡ βασιλεία
τῶν ἐλεημόνων ἐστίν. Αὕτη ἡ εὐφροσύνη τῶν πενθησάντων ἐστίν. Αὕτη ἡ χαρὰ τῶν
μετανοησάντων καὶ κλαυσάντων ἐστί, καὶ τῶν θρηνησάντων τὰς ἑαυτῶν ἁμαρτίας.
Αὕτη ἡ ἀνάπαυσις τῶν ἀγρυπνούντων καὶ νηστευόντων ἐστίν. Αὕτη ἡ ζωὴ τῶν
χηρῶν καὶ ὀρφανῶν ἐστιν. Ὧδε οἱ πεινάσαντες καὶ διψήσαντες εὐφραίνονται εἰς
τοὺς αἰῶνας. Σὺ δὲ ἀπέλαβες τὰ ἀγαθά σου ἐν τῇ ζωῇ σου. Πορεύου ἀπ' ἐμοῦ εἰς τὸ
πῦρ τὸ αἰώνιον. Ταῦτα ἀκούων, ἵστασαι κατῃσχυμμένος. Ἱσταμένου δέ σου ἐκεῖ,
ἔρχεται εἰς τὰ ὧτά σου φωνὴ εὐφροσύνης καὶ ἀγαλλιάσεως, καὶ γνωρίσεις τὴν
φωνὴν ἑνὸς ἑκάστου ἑταίρου σου, καὶ τότε πικρὸν στενάξεις, λέγων· οἴμοι τῷ ἀθλίῳ,
πῶς ἐστερήθην τῆς δόξης ταύτης, καὶ ἐχωρίσθην ἀπ' αὐτῶν διὰ τὰ πονηρά μου καὶ
φαῦλα ἔργα! Ὄντως δικαία ἡ κρίσις τοῦ Θεοῦ. Ὄντως δικαίως ἔπαθον. Ἐκεῖνοιγὰρ
ἐνεκρατεύοντο· ἐγὼ δὲ τὰ ἄριστα καὶ τὰ δεῖπνα ἐδίωκον. Ἐκεῖνοι ἔψαλλον· 110 ἐγὼ
δὲ ἐσιώπων. Ἐκεῖνοι προσηύχοντο· ἐγὼ δὲ ἐμετεωριζόμην. Ἐκεῖνοι ἐταπείνουνἑαυτούς· ἐγὼ δὲ ὑπερηφανευόμην. Ἐκεῖνοι κατεφρόνουν ἑαυτῶν· ἐγὼ δὲ
ἐκαλλωπιζόμην. Ἐκεῖνοι ἐδάκρυον· ἐγὼ δὲ ἐγέλων. ∆ιὰ τοῦτο ἐκεῖνοι νῦν
ἀγάλλονται· ἐγὼ δὲ ὀδύρομαι. Ἐκεῖνοι εὐφραίνονται· ἐγὼ δὲ κλαίω. Ἐκεῖνοι
βασιλεύουσι μετὰ τοῦ Χριστοῦ εἰς τοὺς ἀπεράντους αἰῶνας· ἐγὼ δὲ μετὰ τοῦ
Ἀντιχρίστου πέμπομαι εἰς τὸ πῦρ τὸ αἰώνιον. Οὐαί μοι τῷ ἀθλίῳ, τί μοι γέγονε;
Πόσων ἀγαθῶν ἐζημιώθην, ἵνα μικρὸν χρόνον τὸ θέλημα τοῦ ∆ιαβόλου ποιήσω; Νῦν
ἔγνων ὅτι ἕκαστος κατὰ τὰ ἔργα αὑτοῦ ἀπολαμβάνει. Ἄρτι ἔγνων ὅτι ἐνέπαιξε καὶ
ἐσκέλισέ με ὁ μάταιος κόσμος. Ὤ! Πόσων ἀγαθῶν ἐμαυτὸν ἐστέρησα! Πόσην
αἰσχύνην ἔπαθον! Πόσοις δὲ κακοῖς ἐμαυτὸν περιέθηκα! Ταῦτα καὶ τὰ τοιαῦτα
ὀδυρόμενος λέξεις καὶ οὐδὲν ὠφελήσεις· οὐ γάρ ἐστιν ἐκεῖ ὄφελος τοῦ μετανοῆσαι.
∆ιὰ τοῦτο παραγγέλλουσι καὶ διαμαρτύρονται ἡμῖν αἱ θεῖαι Γραφαὶ τῶν ἁγίων
Ἀποστόλων καὶ Προφητῶν, ὅτι τὰ ἀγαθά, ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν,
ὀφθαλμὸς οὐκ εἶδε καὶ οὖς οὐκ ἤκουσε καὶ ἐπὶ καρδίαν ἀνθρώπου ἁμαρτωλοῦ οὐκ
ἀνέβη. Ἤκουσας πάλιν τοῦ Κυρίου λέγον 111 τος· μὴ φοβεῖσθε ἀπὸ τῶν
ἀποκτεινόντων τὸ σῶμα. Καὶ ἀλλαχοῦ πάλιν· μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν ἐμοῦ.
∆ιὰ τοῦτο λέγει καὶ ὁ Ἀπόστολος· μὴ πλανᾶσθε, Θεὸς οὐ μυκτηρίζεται· ὃ γὰρ ἐὰν
σπείρῃ ἄνθρωπος, τοῦτο καὶ θερίσει· ὁ σπείρων εἰς τὴν σάρκα ἑαυτοῦ, ἐκ τῆς σαρκὸς
θερίσει φθοράν· ὁ δὲ σπείρων εἰς τὸ πνεῦμα, ἐκ τοῦ πνεύματος θερίσει ζωὴν αἰώνιον·
ὅτι οἱ σπείροντες ἐν δάκρυσιν, ἐν ἀγαλλιάσει θεριοῦσιν. Ἐκεῖθεν προσέχετε, ἀδελφοί
μου, καὶ μνήσθητε τῶν γεγραμμένων· ἐξῆλθεν ὁ σπείρων τοῦ σπεῖραι τὸν σπόρον
αὐτοῦ. Τίς ὁ ἐξελθὼν καὶ σπείρας; Ὁ καλὸς οἰκοδεσπότης, ὁ Κύριος ἡμῶν Ἰησοῦς
Χριστός. Τί δὲ ἔσπειρε; Τὸν λόγον τοῦ Εὐαγγελίου, τὰς ἁγίας αὐτοῦ ἐντολάς. Ποῦ δὲ
ἔσπειρεν; Ἐν ποίᾳ γῇ; Ἐν ταῖς καρδίαις τῶν ἀνθρώπων, εἰς πάντα τὰ πέρατα τοῦ
κόσμου. Ἀλλ' οὐ πάντες ὑπακούουσι τοῦ Εὐαγγελίου, οὐδὲ πάντες ποιοῦσι νέωμα,
ἵνα πεσὼν ὁ σπόρος τοῦ Κυρίου ποιήσῃ καρπόν· ἀλλ' ἐν χέρσῳ καὶ ἀκάνθαις καὶ
ἀπάτῃ ὄντες, ὑποδέχονται τὸν λόγον, καὶ ὑπὸ μεριμνῶν καὶ πλούτου καὶ ἡδονῶν
τοῦ βίου πορευόμενοι 112 συμπνίγονται καὶ οὐ τελεσφοροῦσιν. Ὑμεῖς δέ, ἀγαπητοί,
εὐθύνατε τὰς καρδίας ὑμῶν πρὸς ὑποδοχὴν τοῦ Εὐαγγελίου, καὶ μὴ συμπνίξῃ τὸν
νοῦν ὑμῶν ἡ πολλὴ μέριμνα τοῦ βίου. Περὶ τῆς χρείας δράμωμεν καὶ μὴ περὶ
τρυφῆς. Ἐὰν τῇ αὐταρκείᾳ στοιχήσητε, ἀνάπαυσιν ἕξετε· εἰ δὲ τὴν τρυφὴν διώξετε,
καὶ τὴν πλεονεξίαν, ὁ κόπος πολὺς καὶ ὁ δρόμος ἄστατος καὶ ἡ θλῖψις ἀπλήρωτος
καὶ ὁ βίος πολυμέριμνος. Ἑνὸς δέ ἐστι χρεία, ἀδελφοί μου, καθώς φησιν ὁ Κύριος.
Καὶ ταῦτα ἔδει μερικῶς ποιεῖν διὰ τὴν ἀνάγκην τοῦ σώματος, κἀκεῖνα ἀδιαλείπτως
διὰ τὴν σωτηρίαν τῆς ψυχῆς σου· οὐδὲν γὰρ ἀνώτερον ψυχῆς. Περὶ ταύτης, ἀδελφοί
μου, δράμωμεν καὶ φροντίσωμεν καὶ ἑτοιμάσωμεν καθ' ἑκάστην ἡμέραν. Μὴ
δαπανήσωμεν ὅλον τὸν χρόνον ἡμῶν ἐν τῇ τοῦ σώματος φροντίδι, ἀλλ' ὅταν
πεινάσῃ τὸ σῶμα, καὶ τὴν τροφὴν ἀπαιτῇ, σὺ ἐνθυμήθητι, ὅτι καὶ ἡ ψυχὴ τὴν ἰδίαν
χρείαν ζητεῖ. Καὶ ὥσπερ τὸ σῶμα, ἐὰν μὴ μεταλάβῃ ἄρτου, ζῆσαι οὐ δύναται, οὕτω
καὶ ἡ ψυχή, ἐὰν μὴ μεταλαμβάνῃ τῆς πνευματικῆς σοφίας, νεκρά ἐστι. Καὶ γὰρ
διπλοῦς ἐστιν ὁ ἄνθρωπος, ἐκ ψυχῆς καὶ σώματος· καὶ διὰ τοῦτο ἔλεγεν ὁ Σωτήρ, ὅτι
οὐκ ἐπ' ἄρτῳ μόνῳ ζήσεται ἄνθρω 113 πος. Σὺ οὖν, ὡς καλὸς οἰκονόμος, δὸς τὰ τῆς
ψυχῆς βρώματα τῇ ψυχῇ καὶ τὰ τοῦ σώματος τῷ σώματι. Μὴ μόνον τὸ σῶμά σου
θρέψῃς, τὴν δὲ ψυχήν σου ἀφήσῃς ἔρημον λιμώττουσαν. Μὴ οὖν ἐάσῃς σου τὴν
ψυχὴν νεκρωθῆναι, ἀλλὰ θρέψον αὐτὴν ἐν λόγοις Θεοῦ, ἐν ψαλμοῖς καὶ ὕμνοις καὶ
ᾠδαῖς πνευματικαῖς, ἐν ἀναγνώσμασι τῶν θείων Γραφῶν, ἐν νηστείαις, ἐν
ἀγρυπνίαις, ἐν προσευχαῖς, ἐν δάκρυσιν, ἐν ἐλπίδι καὶ μελέτῃ τῶν μελλόντων
ἀγαθῶν. Ταῦτα καὶ τὰ τούτοις ὅμοια τροφὴ καὶ ζωή ἐστι τῆς ψυχῆς. Βλέπετε,
ἀδελφοί, μή τις ἄκαρπος εὑρεθῇ. Ὁ σπείρων εἰς τὴν σάρκα ἑαυτοῦ τὴν ἀπόλαυσιν
τοῦ κόσμου, τρυφὴν καὶ δεῖπνα καὶ ἄριστα, ἐκ τῆς σαρκὸς θερίζει φθοράν· ὁ δὲσπείρων εἰς τὸ πνεῦμα, προσευχὴν καὶ νηστείαν καὶ ἀγρυπνίαν, ἐκ τοῦ πνεύματος
θερίσει ζωὴν αἰώνιον. Κατανοήσατε καὶ ἴδετε, ὅτι οὐδαμοῦ ἐπαινοῦνται οἱ
τρυφῶντες, οὐδὲ οἱ μετεωριζόμενοι, οὔτε οἱ γελῶντες· ταῦτα γὰρ τὰ ἔθνη ποιοῦσιν.
Ὁ δὲ ἡμέτερος νόμος ἐστὶν οὗτος· μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι· μακάριοι οἱ
πενθοῦντες· μακάριοι οἱ ἐλεήμονες· μακάριοι οἱ δεδιωγμένοι· 114 μακάριοι οἱ
ὀνειδιζόμενοι· μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ· μακάριοι οἱ ἐγκρατευόμενοι· μακάριοι
οἱ τὸ βάπτισμα ἁγνὸν φυλάξαντες· μακάριοι οἱ διὰ τὸν Χριστὸν ἀποταξάμενοι τῷ
κόσμῳ τούτῳ· μακάρια τὰ σώματα τῶν παρθένων· μακάριοι οἱ ἔχοντες γυναῖκας ὡς
μὴ ἔχοντες· μακάριοι οἱ γρηγοροῦντες καὶ προσευχόμενοι· μακάριοι οἱ προβλέποντες
τὸν ἐρχόμενον κρῖναι ζῶντας καὶ νεκρούς· μακάριοι οἱ δακρύοντες ἐν προσευχῇ.
Ταῦτα τῆς θείας Γραφῆς τῶν Ὀρθοδόξων. Ποία δὲ Γραφὴ μακαρίζει τοὺς αὐλοῦντας
καὶ κιθαρίζοντας ἢ τοὺς γελῶντας ἢ τοὺς τρυφῶντας ἢ τοὺς μεθύοντας καὶ
ὀρχουμένους, τοὺς ἀγαπῶντας τὸν κόσμον καὶ τὰ ἐν τῷ κόσμῳ! Ταῦτα ὁ ἡμέτερος
νόμος οὐ συμβουλεύει· ταῦτα ὁ ἡμέτερος Κύριος οὐκ ἐδίδαξεν· ἀλλὰ καὶ ἐταλάνισε
λέγων· οὐαὶ οἱ γελῶντες νῦν, ὅτι πενθήσετε καὶ κλαύσετε· οὐαὶ οἱ ἐμπεπλησμένοι,
ὅτι πεινάσετε· οὐαὶ ὑμῖν τοῖς πλουσίοις. Καὶ πάλιν διὰ τοῦ Προφήτου λέγει· οὐαὶ οἱ
λέγοντες τὸ πονηρὸν καλόν, καὶ τὸ καλὸν πονηρόν, οἱ τιθέντες τὸ πικρὸν γλυκύ, καὶ
τὸ γλυκὺ πικρόν· οὐαὶ οἱ δι 115 καιοῦντες τὸν ἀσεβῆ ἕνεκεν δώρων, καὶ τὸ δίκαιον
τοῦ δικαίου αἴροντες· οὐαὶ οἱ ἐγειρόμενοι τὸ πρωΐ, καὶ τὰ σίκερα διώκοντες, οἱ
μένοντες τὸ ὀψέ· ὁ γὰρ οἶνος αὐτοὺς συγκαύσει· μετὰ γὰρ κιθάρας καὶ τυμπάνων καὶ
αὐλῶν τὸν οἶνον πίνουσι, τὰ δὲ ἔργα τοῦ Θεοῦ οὐκ ἐμβλέπουσι καὶ τὰ ἔργα τῶν
χειρῶν αὐτοῦ οὐ κατανοοῦσι. Ταῦτα καὶ τὰ τούτοις ὅμοια τῶν φιλοκόσμων καὶ
φιλοσάρκων ἀνθρώπων, οὐχὶ τῶν φιλοχρίστων. Θέλεις δὲ καὶ τῶν φιλοχρίστων
ὀλίγα ἀκοῦσαι τῶν τὴν στενὴν ὁδὸν βαδιζόντων; Ἄκουσον τοῦ Ἀποστόλου
λέγοντος· ἐν παντὶ συνιστῶντες ἑαυτοὺς ὡς Θεοῦ διάκονοι, ἐν ὑπομονῇ πολλῇ, ἐν
θλίψεσιν, ἐν ἀνάγκαις, ἐν στενοχωρίαις, ἐν πληγαῖς, ἐν φυλακαῖς, ἐν ἀκαταστασίαις,
ἐν κόποις, ἐν ἀγρυπνίαις, ἐν νηστείαις, καὶ τὰ ἑξῆς. Καὶ πάλιν ὁ Κύριος· ἀναστάντες
προσεύχεσθε, ἵνα μὴ εἰσέλθητε εἰς πειρασμόν. Τὸ μὲν πνεῦμα πρόθυμον, ἡ δὲ σὰρξ
ἀσθενής. Τί οὖν χρεωποιεῖσθε, ἀδελφοί μου; Ἰδοὺ ἠκούσατε, πῶς μακαρίζονται οἱ
τὴν στενὴν ὁδὸν ὁδεύοντες, καὶ πῶς ταλανίζονται οἱ τὴν πλατεῖαν καὶ εὐρύχωρον
116 ὁδὸν περιπατοῦντες. ∆εῦτε οὖν ἀφέντες τὴν πλατεῖαν ὁδὸν τὴν ἀπάγουσαν εἰς
τὴν ἀπώλειαν, κοπιάσωμεν μικρὸν χρόνον, ἵνα βασιλεύσωμεν εἰς τοὺς ἀπεράντους
αἰῶνας, πάντοτε πρὸ ὀφθαλμῶν ἔχοντες τὸν ἐρχόμενον κρῖναι ζῶντας καὶ νεκρούς,
καὶ ἀεὶ μνημονεύοντες τῆς αἰωνίου ζωῆς καὶ τῆς ἀθανάτου βασιλείας, τῆς μετὰ
Ἀγγέλων χορείας καὶ τῆς μετὰ Χριστοῦ διαγωγῆς. Ἐνθυμήθητι ὅτι οὐδὲν ἔχει ὁ βίος
εἰ μὴ δάκρυα καὶ ὀνειδισμοὺς καὶ λοιδορίας καὶ ῥᾳθυμίας καὶ πόνους καὶ νόσους καὶ
γῆρας καὶ ἁμαρτίας καὶ θάνατον. Καὶ μὴ ἀγαπήσῃς τὸν κόσμον. Βλέπε μὴ τέρψῃ σε ὁ
κόσμος οὗτος καὶ σκελίσῃ καὶ γυμνὸν παραπέμψῃ εἰς ἐκεῖνον τὸν αἰῶνα.
Μνημόνευε τοῦ λέγοντος· ἀδιαλείπτως προσεύχεσθε. Μὴ εὐφραίνου τοῖς τοῦ βίου
ἀνθηροῖς. Ὁ ψαλμὸς πάντοτε ἐπὶ τοῦ στόματός σου ἔστω· ὁ Θεὸς γὰρ ὀνομαζόμενος
φυγαδεύει τοὺς δαίμονας. Κἂν εἰς ἔργα τὴν χεῖρα κινεῖς, ἡ γλῶσσα ψαλλέτω, ὁ νοῦς
προσευχέσθω. Καὶ αὐτὸς ὁ Κύριος δι' ἑαυτοῦ νουθετεῖ καὶ παρακαλεῖ, ἵνα
ἀπεντεῦθεν εὐτρεπίσωμεν ἑαυτούς· καὶ εἴ τι ἡμάρτομεν καὶ παρεπέσομεν, ἕως
ἔχομεν τὸν τῆς μετανοίας καιρόν, διὰ δακρύων θεραπεύσωμεν. 117 Ὁ καιρὸς τῆς
μετανοίας ὀλίγος ἐστί· τῆς δὲ βασιλείας τῶν οὐρανῶν τέλος οὐκ ἔστι. Τοὺς Ἁγίους
μακαρίζομεν καὶ τοὺς στεφάνους αὐτῶν ἐπιθυμοῦμεν, τοὺς δὲ ἀγῶνας αὐτῶν οὐ
θέλομεν μιμήσασθαι. Ἢ δοκεῖτε ὅτι χωρὶς κόπων καὶ θλίψεων ἀδιάντως
ἐστεφανώθησαν, ὥσπερ καὶ ὑμεῖς βούλεσθε; Θέλεις ἀκοῦσαι ποίαν ἀνάπαυσιν εἶχον
ἐν τῷ βίῳ οἱ Ἅγιοι; Οἱ μὲν ἐτυμπανίσθησαν, ἕτεροι δὲ ἐμπαιγμῶν καὶ μαστίγων
πεῖραν ἔλαβον καὶ δεσμῶν καὶ φυλακῆς· ἐλιθάσθησαν, ἐπρίσθησαν, ἐν φόνῳ
μαχαίρας ἀπέθανον, περιῆλθον ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασιν, ὑστερούμενοι,
θλιβόμενοι, κακουχούμενοι· ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος· ἐν ἐρημίαις πλανώμενοι καὶ
ὄρεσι καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς. Ἰδοὺ ἠκούσατε μέρος ἐκ τῶν πολλῶν,
τὴν τῶν Ἁγίων τρυφὴν καὶ ἀνάπαυσιν ἐν τῷ βίῳ, καὶ ὡς ἐν εὐφροσύνῃ ὑπέμειναν
ταῦτα, ἐπειδὴ προέβλεπον τὰ ἀποκείμενα ἀγαθὰ ἐν οὐρανοῖς, ἃ ὀφθαλμὸς οὐκ εἶδε,
καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη. Ἐὰν θέλῃς ἐκ τῆς
κολάσεως ῥυσθῆναι, μηδένα ποτὲ λοιδορήσῃς. Οὐαὶ τῷ ἀνόμῳ· ὅταν πάντες
φωτίζωνται, ἐκεῖνος σκοτίζεται. 118 Οὐαὶ τῷ βλασφήμῳ· δεσμεῖται γὰρ τὴν
γλῶσσαν, καὶ πῶς ἀπολογήσασθαι πρὸς τὸν Κριτὴν οὐ δύναται. Οὐαὶ τῷ πλεονέκτῃ·
ὅτι ὁ πλοῦτος αὐτοῦ φεύγει καὶ τὸ πῦρ αὐτὸν ὑποδέχεται. Οὐαὶ τῷ ῥᾳθύμῳ· ζητήσει
γὰρ τὸν καιρὸν ὃν κακῶς ἐδαπάνησε, ζητήσας δὲ οὐχ εὑρήσει. Οὐαὶ τῷ φιλοπόρνῳ·
ὅτι ῥυπαίνει στολὴν νυμφικὴν καὶ βασιλικοῦ γάμου μετ' αἰσχύνης ἐκβάλλεται. Οὐαὶ
τῷ λοιδόρῳ, καὶ σὺν αὐτῷ, τῷ μεθύσῳ· ὅτι μετὰ φονέων τάσσονται, καὶ μετὰ μοιχῶν
κολάζονται. Οὐαὶ τῷ τρυφῶντι χρόνον ὀλίγον· ὅτι ὡς ἀμνὸς εἰς σφαγὴν
ζητηθήσεται. Οὐαὶ τῷ ὑποκριτῇ· ὅτι ὁ Ποιμὴν αὐτὸν ἀρνεῖται, καὶ ὁ λύκος ἁρπάζει.
Μακάριος ὁ τὴν στενὴν ὁδὸν ὁδεύων· στεφανηφορῶν γὰρ εἰς τὸν οὐρανὸν
ἀνέρχεται. Μακάριος ὁ τὸν βίον ὑψηλὸν ἔχων, ταπεινὸν δὲ τὸ φρόνημα· Χριστὸν γὰρ
μιμεῖται καὶ σὺν αὐτῷ συγκαθέζεται. Μακάριος ὁ πολλοὺς εὖ ποιῶν πένητας·
πολλοὺς γὰρ εὑρήσει συνηγόρους κρινόμενος. Μακάριος ὁ εἰς πάντα <ἀγαθὰ> ἑαυτὸν
βιαζόμενος· ὅτι βιασταὶ ἁρπάζουσι τὴν βασιλείαν τῶν οὐρανῶν. Βιαζώμεθα οὖν
ἑαυτούς, ἀδελφοί, εἰς πᾶν ἔργον ἀγαθόν, καὶ παρακαλέσω 119 μεν ἑαυτούς, καὶ
νουθετήσωμεν. Οἰκοδομήσωμεν εἶς τὸν ἕνα, καθὼς καὶ ποιεῖτε πάντοτε. Περὶ τῆς
κρίσεως ἡ ὁμιλία ὑμῶν ἔστω, καὶ περὶ τῆς ἀπολογίας ὑμῶν. Ἢ ἔργον τι ποιεῖτε, κἂν
ἐν ὁδῷ περιπατεῖτε, κἂν ἐπὶ ἀρίστου, κἂν ἐπὶ ταῖς κοίταις ὑμῶν, εἴτε ἄλλο τι ποιεῖτε,
πάντοτε περὶ τῆς κρίσεως καὶ τῆς παρουσίας τοῦ ∆ικαιοκρίτου μεριμνᾶτε. Καὶ
ἐνθυμεῖσθε ἐν ταῖς καρδίαις ὑμῶν, καὶ λέγετε πρὸς ἀλλήλους, ἆρα ποταπόν ἐστι τὸ
ἐξώτερον σκότος ἐκεῖνο; Ἆρα ποταπόν ἐστι τὸ πῦρ τὸ ἄσβεστον καὶ ὁ σκώληξ ὁ
ἀκοίμητος; Ἆρα ποταποὶ οἱ βρυγμοὶ τῶν ὀδόντων; Ταῦτα πρὸς ἀλλήλους ὁμιλεῖτε
πάντοτε, νύκτα καὶ ἡμέραν· ποῦ τρέχει ὁ πύρινος ποταμὸς καὶ καθαρίζει τὴν γῆν τῶν
ἀνομιῶν τῶν ἐνυπαρχόντων αὐτῇ; Πῶς εἱλίσσεται, ὡς βιβλίον, ὁ οὐρανός; Πῶς
ἄστρα πίπτουσιν, ὡς φύλλα ἀπὸ συκῆς; Πῶς ἐκλείπει ὁ ἥλιος καὶ ἡ σελήνη; Πῶς οἱ
οὐρανοὶ σχίζονται κελεύσει τοῦ ∆εσπότου; Πῶς ἀστράπτων ἐξ οὐρανοῦ ὁ Κριτὴς
καταβαίνει; Πῶς ταραττόμεναι αἱ δυνάμεις τῶν οὐρανῶν προτρέχουσι; Πῶς ὁ
φοβερὸς ἑτοιμάζεται θρόνος; 120 Πῶς κλονεῖται τὸ ἔδαφος προσδεχόμενον τοῦ
∆ικαστοῦ τὴν ἐπίβασιν; Πῶς ἀλαλάζουσι σάλπιγγες; Πῶς ἀνοίγονται μνήματα; Πῶς
ἐκτινάσσονται τάφοι; Πῶς οἱ ἀπ' αἰῶνος κοιμηθέντες, ὡς ἐξ ὕπνου, ἐγείρονται; Πῶς
παλινδρομοῦσιν αἱ ψυχαὶ πρὸς τὰ σώματα; Πῶς εἰς ἀπάντησιν οἱ ἅγιοι τρέχουσι; Πῶς
ἀξιοῦνται τῆς εἰσόδου οἱ ἕτοιμοι; Πῶς τοῖς ἀμελοῦσιν ὁ νυμφὼν ἀποκέκλεισται;
Ταῦτα μελετᾶν καλόν. Ταῦτα νυκτὸς καὶ ἡμέρας μεριμνᾶν ἀναγκαῖον. Ὁ γὰρ
μνημονεύων ἀεὶ τοῦ θανάτου οὐχ ἁμαρτήσει πολλά. Μὴ ὅλον τὸν χρόνον τῆς ζωῆς
ἡμῶν περὶ τῆς κοιλίας τρέχωμεν καὶ περὶ ἐνδυμάτων. Ταῦτα τὰ ἔθνη ποιοῦσιν, οἱ μὴ
ἔχοντες ἐλπίδα ζωῆς αἰωνίου. Μὴ οὖν ὁμοιωθῶμεν αὐτοῖς, ἀλλ' ἀκούσωμεν τοῦ
Κυρίου λέγοντος· ζητεῖτε πρῶτον τὴν βασιλείαν τοῦ Θεοῦ καὶ τὴν δικαιοσύνην
αὐτοῦ, καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν. Ζητήσωμεν, ἀδελφοί, ἐκείνην τὴν
βασιλείαν τὴν μὴ ἔχουσαν τέλος. Ζητήσωμεν ἐκείνην τὴν χαρὰν τὴν ἀπάγουσαν εἰς
τοὺς ἀπεράντους αἰῶνας. 121 Εὐξώμεθα, ἀγαπητοί, μετὰ πόνου καρδίας καὶ
στεναγμῶν καὶ δακρύων, ἵνα μὴ ἀποτύχωμεν τῆς μακαρίας ἐκείνης φωνῆς.
Παυσώμεθα τῆς ἔνθεν τρυφῆς, ἵνα ἐκεῖθεν κερδήσωμεν τὴν τοῦ παραδείσου τρυφήν.
Κλαύσωμεν ὀλίγον ἔνθεν, ἵνα ἐκεῖ γελάσωμεν. Πεινάσωμεν, ἵνα ἐκεῖ χορτασθῶμεν.
Εἰσέλθωμεν διὰ τῆς στενῆς πύλης καὶ τεθλιμμένης ὁδοῦ, ἵνα ἐκεῖ τὴν πλατεῖαν καὶ
εὐρύχωρον ὁδὸν ὁδεύσωμεν. Καὶ πάλιν λέγω· βλέπετε μὴ σκελίσῃ ὑμᾶς ὁ βίος, καὶ
ἐμπαίξῃ, καὶ γυμνοὺς καὶ ταλαιπώρους παραπέμψῃ ὑμᾶς εἰς ἐκεῖνον τὸν αἰῶνα·
πολλοὺς γὰρ ἐσκέλισε, πολλοὺς ἐνέπαιξε, πολλοὺς ἐτύφλωσεν ἡ ἀπάτη τοῦ κόσμου
τούτου. Ἡμεῖς δέ, ἀδελφοί, προσέχωμεν ἑαυτοῖς· ἀκούσωμεν τοῦ Κυρίου λέγοντος·
δεῦτε ὀπίσω μου. Πάντα καταλίπωμεν, καὶ αὐτῷ μόνῳ ἀκολουθήσωμεν.
Καταπτύσωμεν πᾶσαν χαρὰν τοῦ κόσμου τούτου· χλευάζει γὰρ πάντας τοὺς
ἀγαπῶντας αὐτόν. Ἡμεῖς δὲ σπουδάσωμεν ἐπιλαβέσθαι τῆς αἰωνίου ζωῆς, τῆς μετὰ
Ἀγγέλων χορείας, τῆς μετὰ Χριστοῦ διαγωγῆς. Ὅτι αὐτῷ ἡ δόξα καὶ τὸ κράτος, σὺν
τῷ Πατρὶ καὶ τῷ Ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.