Σάββατο 7 Απριλίου 2018

Αναστήτω ο Θεός!

Στιχηρὰ Ἀναστάσιμα τοῦ πάσχα.

Ἦχος πλ. α΄.
Στίχ. Ἀναστήτω ὁ Θεός,
Πάσχα ἱερὸν ἡμῖν σήμερον ἀναδέδεικται· πάσχα 
καινόν, ἅγιον· πάσχα μυστικόν· πάσχα πανσεβάσμιον· πάσχα Χριστὸς ὁ λυτρωτής· πάσχα ἄμωμον· πά- 
σχα μέγα· πάσχα τῶν πιστῶν· πάσχα, τὸ πύλας ἡμῖν 
τοῦ παραδείσου ἀνοῖξαν· πάσχα, πάντας ἁγιάζον πι- 
στούς. 
Στίχ. Ὡς ἐκλείπει καπνός, 
Δεῦτε ἀπὸ θέας γυναῖκες εὐαγγελίστριαι, καὶ τῇ Σι- 
ὼν εἴπατε· Δέχου παρ᾿ ἡμῶν χαρᾶς εὐαγγέλια, τῆς ἀ- 
ναστάσεως Χριστοῦ· τέρπου, χόρευε, καὶ ἀγάλλου Ἱε- 
ρουσαλήμ, τὸν βασιλέα Χριστόν, θεασαμένη ἐκ τοῦ 
μνήματος, ὡς νυμφίον προερχόμενον. 
Στίχ. Οὕτως ἀπολοῦνται οἱ ἁμαρτωλοὶ 
Αἱ Μυροφόροι γυναῖκες, ὄρθρου βαθέος, ἐπιστᾶ- 
σαι πρὸς τὸ μνῆμα τοῦ ζωοδότου, εὗρον ἄγγελον, ἐπὶ 
τὸν λίθον καθήμενον, καὶ αὐτὸς προσφθεγξάμενος, 
αὐταῖς οὕτως ἔλεγε· Τί ζητεῖτε τὸν ζῶντα μετὰ τῶν 
νεκρῶν; τί θρηνεῖτε, τὸν ἄφθαρτον ὡς ἐν φθορᾷ; ἀ- 
πελθοῦσαι κηρύξατε, τοῖς αὐτοῦ μαθηταῖς. 
Στίχ. Αὕτη ἡ ἡμέρα, ἣν ἐποίησεν ὁ Κύριος, 
Πάσχα τὸ τερπνόν· πάσχα Κυρίου, πάσχα· πάσχα 
πανσεβάσμιον ἡμῖν ἀνέτειλε· πάσχα, ἐν χαρᾷ ἀλλή- 
λους περιπτυξώμεθα· ὦ πάσχα λύτρον λύπης· καὶ 
γὰρ ἐκ τάφου σήμερον, ὥσπερ ἐκ παστοῦ, ἐκλάμψας 
Χριστός, τὰ γύναια χαρᾶς ἔπλησε λέγων· Κηρύξατε 
ἀποστόλοις. 
Δόξα. Καὶ νῦν. Ἦχος πλ. α΄. 
Ἀναστάσεως ἡμέρα, καὶ λαμπρυνθῶμεν τῇ πανηγύ- 
ρει, καὶ ἀλλήλους περιπτυξώμεθα. Εἴπωμεν ἀδελφοί, 
καὶ τοῖς μισοῦσιν ἡμᾶς· συγχωρήσωμεν πάντα τῇ ἀνα- 
στάσει, καὶ οὕτω βοήσωμεν· 
Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατή- 
σας, καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.

Δεν υπάρχουν σχόλια:

Εμφανιζόμενη ανάρτηση